Epeisodion 1
Ἑρμιόνη
ἃ μὴ παρ’ ἡμᾶς εἴσφερ’· οὐδὲ γὰρ καλὸν
δυοῖν γυναικοῖν ἄνδρ’ ἕν’ ἡνίας ἔχειν,
ἀλλ’ εἰς μίαν βλέποντες εὐναίαν Κύπριν
στέργουσιν, ὅστις μὴ κακῶς οἰκεῖν θέλει.
180
Χορός
ἐπίφθονόν τοι χρῆμα θηλείας φρενὸς
καὶ ξυγγάμοισι δυσμενὲς μάλιστ’ ἀεί.
κακόν γε θνητοῖς τὸ νέον ἔν τε τῷ νέῳ
τὸ μὴ δίκαιον ὅστις ἀνθρώπων ἔχει.
185
ἐγὼ δὲ ταρβῶ μὴ τὸ δουλεύειν μέ σοι
λόγων ἀπώσῃ πόλλ’ ἔχουσαν ἔνδικα,
ἢν δ’ αὖ κρατήσω, μὴ ’πὶ τῷδ’ ὄφλω βλάβην·
οἱ γὰρ πνέοντες μεγάλα τοὺς κρείσσους λόγους
πικρῶς φέρουσι τῶν ἐλασσόνων ὕπο·
190
ὅμως δ’ ἐμαυτὴν οὐ προδοῦσ’ ἁλώσομαι.
εἴπ’, ὦ νεᾶνι, τῷ σ’ ἐχεγγύῳ λόγῳ
πεισθεῖσ’ ἀπωθῶ γνησίων νυμφευμάτων;
ὡς ἡ Λάκαινα τῶν Φρυγῶν μείων πόλις,
τύχῃ θ’ ὑπερθεῖ, κἄμ’ ἐλευθέραν ὁρᾷς;
195
ἢ τῷ νέῳ τε καὶ σφριγῶντι σώματι
πόλεως τε μεγέθει καὶ φίλοις ἐπηρμένη
οἶκον κατασχεῖν τὸν σὸν ἀντὶ σοῦ θέλω;
πότερον ἵν’ αὐτὴ παῖδας ἀντὶ σοῦ τέκω
δούλους ἐμαυτῇ τ’ ἀθλίαν ἐφολκίδα;
200
ἢ τοὺς ἐμούς τις παῖδας ἐξανέξεται
Φθίας τυράννους ὄντας, ἢν σὺ μὴ τέκῃς;
φιλοῦσι γάρ μ’ Ἕλληνες Ἕκτορός τ’ ἄπο;
αὐτή τ’ ἀμαυρὰ κοὐ τύραννος ἦ Φρυγῶν;
οὐκ ἐξ ἐμῶν σε φαρμάκων στυγεῖ πόσις,
205
ἀλλ’ εἰ ξυνεῖναι μὴ ’πιτηδεία κυρεῖς.