Epeisodion 2
Μενέλαος
τοῦτ’ ἔσθ’ ἑκάστῳ μεῖζον ἢ Τροίαν ἑλεῖν.
κἀγὼ θυγατρί—μεγάλα γὰρ κρίνω τάδε,
370
λέχους στέρεσθαι—σύμμαχος καθίσταμαι.
τὰ μὲν γὰρ ἄλλα δεύτερ’ ἂν πάσχοι γυνή,
ἀνδρὸς δ’ ἁμαρτάνουσ’ ἁμαρτάνει βίου.
δούλων δ’ ἐκεῖνον τῶν ἐμῶν ἄρχειν χρεὼν
καὶ τῶν ἐκείνου τοὺς ἐμούς, ἡμᾶς τε πρός·
375
φίλων γὰρ οὐδὲν ἴδιον, οἵτινες φίλοι
ὀρθῶς πεφύκασ’, ἀλλὰ κοινὰ χρήματα.
μένων δὲ τοὺς ἀπόντας, εἰ μὴ θήσομαι
τἄμ’ ὡς ἄριστα, φαῦλός εἰμι κοὐ σοφός.
ἀλλ’ ἐξανίστω τῶνδ’ ἀνακτόρων θεᾶς·
380
ὡς, ἢν θάνῃς σύ, παῖς ὅδ’ ἐκφεύγει μόρον,
σοῦ δ’ οὐ θελούσης κατθανεῖν, τόνδε κτενῶ.
δυοῖν δ’ ἀνάγκη θατέρῳ λιπεῖν βίον.
Ἀνδρομάχη
οἴμοι, πικρὰν κλήρωσιν αἵρεσίν τέ μοι
βίου καθίστης· καὶ λαχοῦσά γ’ ἀθλία
385
καὶ μὴ λαχοῦσα δυστυχὴς καθίσταμαι.
ὦ μεγάλα πράσσων αἰτίας μικρᾶς πέρι,
πιθοῦ· τί καίνεις μ’; ἀντὶ τοῦ; ποίαν πόλιν
προύδωκα; τίνα σῶν ἔκτανον παίδων ἐγώ;
ποῖον δ’ ἔπρησα δῶμ’; ἐκοιμήθην βίᾳ
390
σὺν δεσπόταισι· κᾆτ’ ἔμ’, οὐ κεῖνον κτενεῖς,
τὸν αἴτιον τῶνδ’, ἀλλὰ τὴν ἀρχὴν ἀφεὶς
πρὸς τὴν τελευτὴν ὑστέραν οὖσαν φέρῃ;
οἴμοι κακῶν τῶνδ’, ὦ τάλαιν’ ἐμὴ πατρίς,
ὡς δεινὰ πάσχω. τί δέ με καὶ τεκεῖν ἐχρῆν
395
ἄχθος τ’ ἐπ’ ἄχθει τῷδε προσθέσθαι διπλοῦν;
ἀτὰρ τί ταῦτα δύρομαι, τὰ δ’ ἐν ποσὶν
οὐκ ἐξικμάζω καὶ λογίζομαι κακά;