Thesauros Edebiyat Tragedya Ἑκάβη

Ἑκάβη

Ἑκάβη Euripides

Epeisodion 1

Ἑκάβη
πολλή γʼ ἀνάγκη θυγατρὶ συνθανεῖν ἐμέ.
Ὀδυσσεύς
πῶς; οὐ γὰρ οἶδα δεσπότας κεκτημένος.
Ἑκάβη
ὁποῖα κισσὸς δρυός, ὅπως τῆσδʼ ἕξομαι.
Ὀδυσσεύς
οὔκ, ἤν γε πείθῃ τοῖσι σοῦ σοφωτέροις.
Ἑκάβη
ὡς τῆσδʼ ἑκοῦσα παιδὸς οὐ μεθήσομαι. 400
Ὀδυσσεύς
ἀλλʼ οὐδʼ ἐγὼ μὴν τήνδʼ ἄπειμʼ αὐτοῦ λιπών.
Πολυξένη
μῆτερ, πιθοῦ μοι· καὶ σύ, παῖ Λαερτίου,
 
χάλα τοκεῦσιν εἰκότως θυμουμένοις,
 
σύ τʼ, ὦ τάλαινα, τοῖς κρατοῦσι μὴ μάχου.
 
βούλῃ πεσεῖν πρὸς οὖδας ἑλκῶσαί τε σὸν 405
 
γέροντα χρῶτα πρὸς βίαν ὠθουμένη,
 
ἀσχημονῆσαί τʼ ἐκ νέου βραχίονος
 
σπασθεῖσʼ, ἃ πείσῃ; μὴ σύ γʼ· οὐ γὰρ ἄξιον.
 
ἀλλʼ, ὦ φίλη μοι μῆτερ, ἡδίστην χέρα
 
δὸς καὶ παρειὰν προσβαλεῖν παρηίδι· 410
 
ὡς οὔποτʼ αὖθις, ἀλλὰ νῦν πανύστατον
 
ἀκτῖνα κύκλον θʼ ἡλίου προσόψομαι.
 
τέλος δέχῃ δὴ τῶν ἐμῶν προσφθεγμάτων.
 
ὦ μῆτερ, ὦ τεκοῦσʼ, ἄπειμι δὴ κάτω.
Ἑκάβη
ὦ θύγατερ, ἡμεῖς δʼ ἐν φάει δουλεύσομεν. 415
Πολυξένη
ἄνυμφος ἀνυμέναιος ὧν μʼ ἐχρῆν τυχεῖν.
Ἑκάβη
οἰκτρὰ σύ, τέκνον, ἀθλία δʼ ἐγὼ γυνή.
Πολυξένη
ἐκεῖ δʼ ἐν Ἅιδου κείσομαι χωρὶς σέθεν.
Ἑκάβη
οἴμοι· τί δράσω; ποῖ τελευτήσω βίον;
Πολυξένη
δούλη θανοῦμαι, πατρὸς οὖσʼ ἐλευθέρου. 420
Ἑκάβη
ἡμεῖς δὲ πεντήκοντά γʼ ἄμμοροι τέκνων.
Πολυξένη
τί σοι πρὸς Ἕκτορʼ ἢ γέροντʼ εἴπω πόσιν;
Ἑκάβη
ἄγγελλε πασῶν ἀθλιωτάτην ἐμέ.
Πολυξένη
ὦ στέρνα μαστοί θʼ, οἵ μʼ ἐθρέψαθʼ ἡδέως.
Ἑκάβη
ὦ τῆς ἀώρου θύγατερ ἀθλίας τύχης. 425
← Önceki Epeisodion 1 · 7 / 8 Sonraki →

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi