Eksodos
Ἀθήνα
κακῶς ὀλέσθαι πρόστρεπʼ Ἀργείων χθόνα.
1195
ἐν ᾧ δὲ τέμνειν σφάγια χρή σʼ, ἄκουέ μου.
ἔστιν τρίπους σοι χαλκόπους ἔσω δόμων,
ὃν Ἰλίου ποτʼ ἐξαναστήσας βάθρα
σπουδὴν ἐπʼ ἄλλην Ἡρακλῆς ὁρμώμενος
στῆσαί σʼ ἐφεῖτο Πυθικὴν πρὸς ἐσχάραν.
1200
ἐν τῷδε λαιμοὺς τρεῖς τριῶν μήλων τεμὼν
ἔγγραψον ὅρκους τρίποδος ἐν κοίλῳ κύτει,
κἄπειτα σῴζειν θεῷ δὸς ᾧ Δελφῶν μέλει,
μνημεῖά θʼ ὅρκων μαρτύρημά θʼ Ἑλλάδι.
ᾗ δʼ ἂν διοίξῃς σφάγια καὶ τρώσῃς φόνον
1205
ὀξύστομον μάχαιραν ἐς γαίας μυχοὺς
κρύψον παρʼ αὐτὰς ἑπτὰ πυρκαιὰς νεκρῶν·
φόβον γὰρ αὐτοῖς, ἤν ποτʼ ἔλθωσιν πόλιν,
δειχθεῖσα θήσει καὶ κακὸν νόστον πάλιν.
δράσας δὲ ταῦτα πέμπε γῆς ἔξω νεκρούς.
1210
τεμένη δʼ, ἵνʼ αὐτῶν σώμαθʼ ἡγνίσθη πυρί,
μέθες παρʼ αὐτὴν τρίοδον Ἰσθμίας θεοῦ·
σοὶ μὲν τάδʼ εἶπον· παισὶ δʼ Ἀργείων λέγω·
πορθήσεθʼ ἡβήσαντες Ἰσμηνοῦ πόλιν,
πατέρων θανόντων ἐκδικάζοντες φόνον,
1215
σύ τʼ ἀντὶ πατρός, Αἰγιαλεῦ, στρατηλάτης
νέος καταστάς, παῖς τʼ ἀπʼ Αἰτωλῶν μολὼν
Τυδέως, ὃν ὠνόμαζε Διομήδην πατήρ.
ἀλλʼ οὐ φθάνειν χρὴ συσκιάζοντας γένυν
καὶ χαλκοπληθῆ Δαναϊδῶν ὁρμᾶν στρατὸν
1220
ἑπτάστολον πύργωμα Καδμείων ἔπι·
πικροὶ γὰρ αὐτοῖς ἥξετʼ, ἐκτεθραμμένοι
σκύμνοι λεόντων, πόλεος ἐκπορθήτορες.
κοὐκ ἔστιν ἄλλως· Ἔκγονοι δʼ ἀνʼ Ἑλλάδα