Epeisodion 1
Ἄδραστος
οἶσθʼ ἣν στρατείαν ἐστράτευσʼ ὀλεθρίαν.
Θησεύς
οὐ γάρ τι σιγῇ διεπέρασας Ἑλλάδα.
Ἄδραστος
ἐνταῦθʼ ἀπώλεσʼ ἄνδρας Ἀργείων ἄκρους.
Θησεύς
τοιαῦθʼ ὁ τλήμων πόλεμος ἐξεργάζεται.
Ἄδραστος
τούτους θανόντας ἦλθον ἐξαιτῶν πόλιν.
120
Θησεύς
κήρυξιν Ἑρμοῦ πίσυνος, ὡς θάψῃς νεκρούς;
Ἄδραστος
κἄπειτά γʼ οἱ κτανόντες οὐκ ἐῶσί με.
Θησεύς
τί γὰρ λέγουσιν, ὅσια χρῄζοντος σέθεν;
Ἄδραστος
τί δʼ; εὐτυχοῦντες οὐκ ἐπίστανται φέρειν.
Θησεύς
ξύμβουλον οὖν μʼ ἐπῆλθες; ἢ τίνος χάριν;
125
Ἄδραστος
κομίσαι σε, Θησεῦ, παῖδας Ἀργείων θέλων.
Θησεύς
τὸ δʼ Ἄργος ἡμῖν ποῦ ʼστιν; ἢ κόμποι μάτην;
Ἄδραστος
σφαλέντες οἰχόμεσθα. πρὸς σὲ δʼ ἥκομεν.
Θησεύς
ἰδίᾳ δοκῆσάν σοι τόδʼ ἢ πάσῃ πόλει;
Ἄδραστος
πάντες σʼ ἱκνοῦνται Δαναΐδαι θάψαι νεκρούς.
130
Θησεύς
ἐκ τοῦ δʼ ἐλαύνεις ἑπτὰ πρὸς Θήβας λόχους;
Ἄδραστος
δισσοῖσι γαμβροῖς τήνδε πορσύνων χάριν.
Θησεύς
τῷ δʼ ἐξέδωκας παῖδας Ἀργείων σέθεν;
Ἄδραστος
οὐκ ἐγγενῆ συνῆψα κηδείαν δόμοις.
Θησεύς
ἀλλὰ ξένοις ἔδωκας Ἀργείας κόρας;
135
Ἄδραστος
Τυδεῖ γε Πολυνείκει τε τῷ Θηβαιγενεῖ.
Θησεύς
τίνʼ εἰς ἔρωτα τῆσδε κηδείας μολών;
Ἄδραστος
Φοίβου μʼ ὑπῆλθε δυστόπαστʼ αἰνίγματα.
Θησεύς
τί δʼ εἶπʼ Ἀπόλλων παρθένοις κραίνων γάμον;
Ἄδραστος
κάπρῳ με δοῦναι καὶ λέοντι παῖδʼ ἐμώ.
140
Θησεύς
σὺ δʼ ἐξελίσσεις πῶς θεοῦ θεσπίσματα;
Ἄδραστος
ἐλθόντε φυγάδε νυκτὸς εἰς ἐμὰς πύλας —
Θησεύς
τίς καὶ τίς; εἰπέ· δύο γὰρ ἐξαυδᾷς ἅμα.
Ἄδραστος
Τυδεὺς μάχην ξυνῆψε Πολυνείκης θʼ ἅμα.
Θησεύς
ἦ τοῖσδʼ ἔδωκας θηρσὶν ὣς κόρας σέθεν;
145