Epeisodion 3
Ἄγγελος
Θησεὺς ἐπέσχεν· οὐ γὰρ ὡς πέρσων πόλιν
μολεῖν ἔφασκεν, ἀλλʼ ἀπαιτήσων νεκρούς.
725
τοιόνδε τὸν στρατηγὸν αἱρεῖσθαι χρεών,
ὃς ἔν τε τοῖς δεινοῖσίν ἐστιν ἄλκιμος
μισεῖ θʼ ὑβριστὴν λαόν, ὃς πράσσων καλῶς
ἐς ἄκρα βῆναι κλιμάκων ἐνήλατα
ζητῶν ἀπώλεσʼ ὄλβον ᾧ χρῆσθαι παρῆν.
730
Χορός
νῦν τήνδʼ ἄελπτον ἡμέραν ἰδοῦσʼ ἐγὼ
θεοὺς νομίζω, καὶ δοκῶ τῆς συμφορᾶς
ἔχειν ἔλασσον, τῶνδε τεισάντων δίκην.
Ἄδραστος
ὦ Ζεῦ, τί δῆτα τοὺς ταλαιπώρους βροτοὺς
φρονεῖν λέγουσι; σοῦ γὰρ ἐξηρτήμεθα
735
δρῶμέν τε τοιαῦθʼ ἃν σὺ τυγχάνῃς θέλων.
ἡμῖν γὰρ ἦν τό τʼ Ἄργος οὐχ ὑποστατόν,
αὐτοί τε πολλοὶ καὶ νέοι βραχίοσιν·
Ἐτεοκλέους τε σύμβασιν ποιουμένου,
μέτρια θέλοντος, οὐκ ἐχρῄζομεν λαβεῖν,
740
κἄπειτʼ ἀπωλόμεσθα. ὁ δʼ αὖ τότʼ εὐτυχής,
λαβὼν πένης ὣς ἀρτίπλουτα χρήματα,
ὕβριζʼ, ὑβρίζων τʼ αὖθις ἀνταπώλετο
Κάδμου κακόφρων λαός. ὦ καιροῦ πέρα
τὸ τόξον ἐντείνοντες· ὦ κενοὶ βροτῶν,
745
καὶ πρὸς δίκης γε πολλὰ πάσχοντες κακά,
φίλοις μὲν οὐ πείθεσθε, τοῖς δὲ πράγμασιν·
πόλεις τʼ, ἔχουσαι διὰ λόγου κάμψαι κακά,
φόνῳ καθαιρεῖσθʼ, οὐ λόγῳ, τὰ πράγματα.
ἀτὰρ τί ταῦτα; κεῖνο βούλομαι μαθεῖν,
750
πῶς ἐξεσώθης· εἶτα τἄλλʼ ἐρήσομαι.
Ἄγγελος
ἐπεὶ ταραγμὸς πόλιν ἐκίνησεν δορί,
πύλας διῆλθον, ᾗπερ εἰσῄει στρατός.