Thesauros Edebiyat Tragedya Ἡρακλῆς

Ἡρακλῆς

Ἡρακλῆς Euripides

Epeisodion 1

Χορός
—ἀλλʼ εἰσορῶ γὰρ τῆσδε κοίρανον χθονὸς
 
Λύκον περῶντα τῶνδε δωμάτων πέλας.
Λύκος
τὸν Ἡράκλειον πατέρα καὶ ξυνάορον, 140
 
εἰ χρή μʼ, ἐρωτῶ· χρὴ δʼ, ἐπεί γε δεσπότης
 
ὑμῶν καθέστηχʼ, ἱστορεῖν ἃ βούλομαι.
 
τίνʼ ἐς χρόνον ζητεῖτε μηκῦναι βίον;
 
τίνʼ ἐλπίδʼ ἀλκήν τʼ εἰσορᾶτε μὴ θανεῖν;
 
ἢ τὸν παρʼ Ἅιδῃ πατέρα τῶνδε κείμενον 145
 
πιστεύεθʼ ἥξειν; ὡς ὑπὲρ τὴν ἀξίαν
 
τὸ πένθος αἴρεσθʼ, εἰ θανεῖν ὑμᾶς χρεών,
 
σὺ μὲν καθʼ Ἑλλάδʼ ἐκβαλὼν κόμπους κενούς,
 
ὡς σύγγαμός σοι Ζεὺς τέκνου τε κοινεών,
 
σὺ δʼ ὡς ἀρίστου φωτὸς ἐκλήθης δάμαρ. 150
 
τί δὴ τὸ σεμνὸν σῷ κατείργασται πόσει,
 
ὕδραν ἕλειον εἰ διώλεσε κτανὼν
 
ἢ τὸν Νέμειον θῆρα; ὃν ἐν βρόχοις ἑλὼν
 
βραχίονός φησʼ ἀγχόναισιν ἐξελεῖν.
 
τοῖσδʼ ἐξαγωνίζεσθε; τῶνδʼ ἄρʼ οὕνεκα 155
 
τοὺς Ἡρακλείους παῖδας οὐ θνῄσκειν χρεών;
 
ὃς ἔσχε δόξαν οὐδὲν ὢν εὐψυχίας
 
θηρῶν ἐν αἰχμῇ, τἄλλα δʼ οὐδὲν ἄλκιμος,
 
ὃς οὔποτʼ ἀσπίδʼ ἔσχε πρὸς λαιᾷ χερὶ
 
οὐδʼ ἦλθε λόγχης ἐγγύς, ἀλλὰ τόξʼ ἔχων, 160
 
κάκιστον ὅπλον, τῇ φυγῇ πρόχειρος ἦν.
 
ἀνδρὸς δʼ ἔλεγχος οὐχὶ τόξʼ εὐψυχίας,
 
ἀλλʼ ὃς μένων βλέπει τε κἀντιδέρκεται
 
δορὸς ταχεῖαν ἄλοκα τάξιν ἐμβεβώς.
 
ἔχει δὲ τοὐμὸν οὐκ ἀναίδειαν, γέρον, 165
 
ἀλλʼ εὐλάβειαν· οἶδα γὰρ κατακτανὼν
 
Κρέοντα πατέρα τῆσδε καὶ θρόνους ἔχων.
← Önceki bölüm Epeisodion 1 · 1 / 8 Sonraki →

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi