Thesauros Edebiyat Tragedya Ἡρακλῆς

Ἡρακλῆς

Ἡρακλῆς Euripides

Epeisodion 1

Ἀμφιτρύων
ἑκὰς δʼ ἀφεστὼς πολεμίους ἀμύνεται
 
τυφλοῖς ὁρῶντας οὐτάσας τοξεύμασιν
 
τὸ σῶμά τʼ οὐ δίδωσι τοῖς ἐναντίοις, 200
 
ἐν εὐφυλάκτῳ δʼ ἐστί· τοῦτο δʼ ἐν μάχῃ
 
σοφὸν μάλιστα, δρῶντα πολεμίους κακῶς
 
σῴζειν τὸ σῶμα, μὴ ʼκ τύχης ὡρμισμένον.
 
λόγοι μὲν οἵδε τοῖσι σοῖς ἐναντίαν
 
γνώμην ἔχουσι τῶν καθεστώτων πέρι. 205
 
παῖδας δὲ δὴ τί τούσδʼ ἀποκτεῖναι θέλεις;
 
τί σʼ οἵδʼ ἔδρασαν; ἕν τί σʼ ἡγοῦμαι σοφόν,
 
εἰ τῶν ἀρίστων τἄκγονʼ αὐτὸς ὢν κακὸς
 
δέδοικας. ἀλλὰ τοῦθʼ ὅμως ἡμῖν βαρύ,
 
εἰ δειλίας σῆς κατθανούμεθʼ εἵνεκα, 210
 
ὃ χρῆν σʼ ὑφʼ ἡμῶν τῶν ἀμεινόνων παθεῖν,
 
εἰ Ζεὺς δικαίας εἶχεν εἰς ἡμᾶς φρένας.
 
εἰ δʼ οὖν ἔχειν γῆς σκῆπτρα τῆσδʼ αὐτὸς θέλεις,
 
ἔασον ἡμᾶς φυγάδας ἐξελθεῖν χθονός·
 
βίᾳ δὲ δράσῃς μηδέν, ἢ πείσῃ βίαν, 215
 
ὅταν θεοῦ σοι πνεῦμα μεταβαλὸν τύχῃ.
 
φεῦ·
 
ὦ γαῖα Κάδμου· καὶ γὰρ ἐς σὲ ἀφίξομαι
 
λόγους ὀνειδιστῆρας ἐνδατούμενος·
 
τοιαῦτʼ ἀμύνεθʼ Ἡρακλεῖ τέκνοισί τε;
 
ὃς εἷς Μινύαισι πᾶσι διὰ μάχης μολὼν 220
 
Θήβαις ἔθηκεν ὄμμʼ ἐλεύθερον βλέπειν.
 
οὐδʼ Ἑλλάδʼ ᾔνεσʼ — οὐδʼ ἀνέξομαί ποτε
 
σιγῶν — κακίστην λαμβάνων ἐς παῖδʼ ἐμόν,
 
ἣν χρῆν νεοσσοῖς τοῖσδε πῦρ λόγχας ὅπλα
 
φέρουσαν ἐλθεῖν, ποντίων καθαρμάτων 225
 
χέρσου τʼ ἀμοιβάς — ὧν ἐμόχθησας χάριν.
← Önceki Epeisodion 1 · 3 / 8 Sonraki →

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi