Thesauros Edebiyat Tragedya Ἡρακλῆς

Ἡρακλῆς

Ἡρακλῆς Euripides

Epeisodion 1

Ἀμφιτρύων
τὰ δʼ, ὦ τέκνʼ, ὑμῖν οὔτε Θηβαίων πόλις
 
οὔθʼ Ἑλλὰς ἀρκεῖ· πρὸς δʼ ἔμʼ ἀσθενῆ φίλον
 
δεδόρκατʼ, οὐδὲν ὄντα πλὴν γλώσσης ψόφον.
 
ῥώμη γὰρ ἐκλέλοιπεν ἣν πρὶν εἴχομεν, 230
 
γήρᾳ δὲ τρομερὰ γυῖα κἀμαυρὸν σθένος.
 
εἰ δʼ ἦ νέος τε κἄτι σώματος κρατῶν,
 
λαβὼν ἂν ἔγχος τοῦδε τοὺς ξανθοὺς πλόκους
 
καθῃμάτωσʼ ἄν, ὥστʼ Ἀτλαντικῶν πέραν
 
φεύγειν ὅρων ἂν δειλίᾳ τοὐμὸν δόρυ. 235
Χορός
ἆρʼ οὐκ ἀφορμὰς τοῖς λόγοισιν ἁγαθοὶ
 
θνητῶν ἔχουσι, κἂν βραδύς τις ᾖ λέγειν;
Λύκος
σὺ μὲν λέγʼ ἡμᾶς οἷς πεπύργωσαι λόγοις,
 
ἐγὼ δὲ δράσω σʼ ἀντὶ τῶν λόγων κακῶς.
 
ἄγʼ, οἳ μὲν Ἑλικῶνʼ, οἳ δὲ Παρνασοῦ πτυχὰς 240
 
τέμνειν ἄνωχθʼ ἐλθόντες ὑλουργοὺς δρυὸς
 
κορμούς· ἐπειδὰν δʼ ἐσκομισθῶσιν πόλει,
 
βωμὸν πέριξ νήσαντες ἀμφήρη ξύλα
 
ἐμπίμπρατʼ αὐτῶν καὶ πυροῦτε σώματα
 
πάντων, ἵνʼ εἰδῶσʼ οὕνεκʼ οὐχ ὁ κατθανὼν 245
 
κρατεῖ χθονὸς τῆσδʼ, ἀλλʼ ἐγὼ τὰ νῦν τάδε.
 
ὑμεῖς δέ, πρέσβεις, ταῖς ἐμαῖς ἐναντίοι
 
γνώμαισιν ὄντες, οὐ μόνον στενάξετε
 
τοὺς Ἡρακλείους παῖδας, ἀλλὰ καὶ δόμου
 
τύχας, ὅταν πάσχῃ τι, μεμνήσεσθε δὲ 250
 
δοῦλοι γεγῶτες τῆς ἐμῆς τυραννίδος.
Χορός
— ὦ γῆς λοχεύμαθʼ, οὓς Ἄρης σπείρει ποτὲ
 
λάβρον δράκοντος ἐξερημώσας γένυν,
 
οὐ σκῆπτρα, χειρὸς δεξιᾶς ἐρείσματα,
 
ἀρεῖτε καὶ τοῦδʼ ἀνδρὸς ἀνόσιον κάρα 255
 
καθαιματώσεθʼ, ὅστις οὐ Καδμεῖος ὢν
← Önceki Epeisodion 1 · 4 / 8 Sonraki →

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi