Thesauros Edebiyat Tragedya Ἡρακλῆς

Ἡρακλῆς

Ἡρακλῆς Euripides

Stasimon 3

[Choral 1]
—μεταβολὰ κακῶν· μέγας ὁ πρόσθʼ ἄναξ 735
Χορός
πάλιν ὑποστρέφει βίοτον ἐξ Ἅιδα.
 
ἰώ·
 
δίκα καὶ θεῶν παλίρρους πότμος.
 
—ἦλθες χρόνῳ μὲν οὗ δίκην δώσεις θανών, 740
 
ὕβρεις ὑβρίζων εἰς ἀμείνονας σέθεν.
 
—χαρμοναὶ δακρύων ἔδοσαν ἐκβολάς·
 
πάλιν ἔμολεν —
 
ἃ πάρος οὔποτε διὰ φρενὸς ἤλπισʼ ἂν 745
 
παθεῖν — γᾶς ἄναξ.
 
—ἀλλʼ, ὦ γεραιοί, καὶ τὰ δωμάτων ἔσω
 
σκοπῶμεν, εἰ πράσσει τις ὡς ἐγὼ θέλω.
Λύκος
ἰώ μοί μοι. 750
Χορός
—τόδε κατάρχεται μέλος ἐμοὶ κλύειν
 
φίλιον ἐν δόμοις· θάνατος οὐ πόρσω.
 
>βοᾷ
 
φόνου φροίμιον στενάζων ἄναξ.
Λύκος
ὦ πᾶσα Κάδμου γαῖʼ, ἀπόλλυμαι δόλῳ.
Χορός
—καὶ γὰρ διώλλυς· ἀντίποινα δʼ ἐκτίνων 755
 
τόλμα, διδούς γε τῶν δεδραμένων δίκην.
 
—τίς ὁ θεοὺς ἀνομίᾳ χραίνων, θνητὸς ὤν,
 
ἄφρονα λόγον
 
οὐρανίων μακάρων κατέβαλʼ, ὡς ἄρʼ οὐ
 
σθένουσιν θεοί;
 
— γέροντες, οὐκέτʼ ἔστι δυσσεβὴς ἀνήρ. 760
 
— σιγᾷ μέλαθρα· πρὸς χοροὺς τραπώμεθα.
 
— φίλοι γὰρ εὐτυχοῦσιν οὓς ἐγὼ θέλω.
[Choral 2]
—χοροὶ χοροὶ
Χορός
καὶ θαλίαι μέλουσι Θή-
 
βας ἱερὸν κατʼ ἄστυ.
← Önceki bölüm Stasimon 3 · 1 / 3 Sonraki →

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi